Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.1 | Dem. 51.6 (English) | >>Dem. 51.9 |
51.4ψήφισμα γὰρ ὑμῶν ποιησαμένων , ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ , δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι , καὶ ταῦτα κυρωσάντων , ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρʼ ὑμῶν ἔλαβον , οὗτοι δʼ οὐδὲ καθείλκυσαν , ὥστʼ ἔνοχοι δεσμῷ γεγόνασιν . πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθʼ ἔργον , εἰ τοὺς καθʼ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι , τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε ;
51.5τὰ σκεύη τοίνυν , ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις , ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν , οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται . καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν , ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι · πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι , καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν .
51.6ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον , πολλῷ πλεῖστον ἀργύριον δούς . οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν , οὐδὲν ἂν ἦν δεινόν · νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται , περὶ τοῦ πλείονος ἀντιλέγοντες . καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν , νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν ;
ἡγοῦμαι τοίνυν , ὅτι μὲν δικαιότατʼ ἂν στεφανώσαιτʼ ἐμέ , καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς · ὅτι δʼ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος , τοῦτʼ ἐπιδεῖξαι βούλομαι . πόθεν οὖν τοῦτο μάλιστʼ ἔσται δῆλον ; ἀφʼ ὧν αὐτοὶ πεποιήκασιν · σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον , μεμισθώκασι τὴν λῃτουργίαν . καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι , τῶν δὲ γιγνομένων διʼ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι ; καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι , τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν ;
51.7
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 51.1 | Dem. 51.6 (English) | >>Dem. 51.9 |